Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.271 Joseph. AJ 14.276 (English) >>Joseph. AJ 14.282

14.274καὶ πρῶτος Ἡρώδης ἀπὸ τῆς Γαλιλαίας εἰσπραξάμενος ὅσα ἦν αὐτῷ προστεταγμένα φίλος ἦν εἰς τὰ μάλιστα Κασσίῳ· σῶφρον γὰρ ἔδοξεν αὐτῷ Ῥωμαίους ἤδη θεραπεύειν καὶ τὴν παρʼ αὐτῶν κατασκευάζειν εὔνοιαν ἐκ τῶν ἀλλοτρίων πόνων. 14.275ἐπιπράσκοντο δʼ αὔτανδροι οἱ τῶν ἄλλων πόλεων ἐπιμεληταί, καὶ τέσσαρας πόλεις ἐξηνδραπόδισε τότε Κάσσιος, ὧν ἦσαν αἱ δυνατώταται Γόφνα τε καὶ Ἀμμαοῦς, πρὸς ταύταις δὲ Λύδδα καὶ Θάμνα. 14.276ἐπεξῆλθε δʼ ἂν ὑπʼ ὀργῆς Κάσσιος ὥστε καὶ Μάλιχον ἀνελεῖν, ὥρμητο γὰρ ἐπʼ αὐτόν, εἰ μὴ Ὑρκανὸς διʼ Ἀντιπάτρου ἑκατὸν τάλαντα ἐκ τῶν ἰδίων αὐτῷ πέμψας ἐπέσχε τῆς ὁρμῆς. 14.277

Ἐπεὶ δὲ Κάσσιος ἐκ τῆς Ἰουδαίας ἀπῆρεν, Μάλιχος ἐπεβούλευσεν Ἀντιπάτρῳ τὴν τούτου τελευτὴν ἀσφάλειαν Ὑρκανοῦ τῆς ἀρχῆς εἶναι νομίζων. οὐ μὴν ἔλαθεν τὸν Ἀντίπατρον ταῦτα φρονῶν, ἀλλʼ αἰσθόμενος γὰρ ἐκεῖνος ἐχώρει πέραν Ἰορδάνου καὶ στρατὸν Ἀράβιον ἅμα καὶ ἐγχώριον συνήθροιζεν. 14.278δεινὸς δὲ ὢν Μάλιχος ἠρνεῖτο μὲν τὴν ἐπιβουλήν, ἀπολογούμενος δὲ μεθʼ ὅρκων αὐτῷ τε καὶ τοῖς παισίν, καὶ ὡς Φασαήλου μὲν Ἱεροσόλυμα φρουροῦντος, Ἡρώδου δὲ ἔχοντος τὴν φυλακὴν τῶν ὅπλων οὐδʼ ἂν εἰς νοῦν ἐβάλετο τοιοῦτον οὐδὲν ὁρῶν τὴν ἀπορίαν, καταλλάσσεται πρὸς τὸν Ἀντίπατρον, 14.279καὶ συνέβησαν Μούρκου κατὰ Συρίαν στρατηγοῦντος, ὃς αἰσθόμενος νεωτεροποιοῦντα τὰ κατὰ τὴν Ἰουδαίαν τὸν Μάλιχον ἦλθε μὲν ὡς παρὰ μικρὸν αὐτὸν ἀνελεῖν, Ἀντιπάτρου δὲ παρακαλέσαντος περιέσωσεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.271 Joseph. AJ 14.276 (English) >>Joseph. AJ 14.282

Powered by PhiloLogic